Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.60 Joseph. AJ 18.65 (English) >>Joseph. AJ 18.69

18.63

Γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο· χριστὸς οὗτος ἦν. 18.64καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρʼ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰς ἔτι τε νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένον οὐκ ἐπέλιπε τὸ φῦλον. 18.65

Καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους ἕτερόν τι δεινὸν ἐθορύβει τοὺς Ἰουδαίους καὶ περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τὸ ἐν Ῥώμῃ πράξεις αἰσχυνῶν οὐκ ἀπηλλαγμέναι συντυγχάνουσιν. καὶ πρότερον τοῦ τῶν Ἰσιακῶν τολμήματος μνήμην ποιησάμενος οὕτω μεταβιβῶ τὸν λόγον ἐπὶ τὰ ἐν τοῖς Ἰουδαίοις γεγονότα. 18.66Παυλῖνα ἦν τῶν ἐπὶ Ῥώμης προγόνων τε ἀξιώματι τῶν καθʼ ἑαυτὴν ἐπιτηδεύοντι κόσμον ἀρετῆς ἐπὶ μέγα προϊοῦσα τῷ ὀνόματι, δύναμίς τε αὐτῇ χρημάτων ἦν καὶ γεγονυῖα τὴν ὄψιν εὐπρεπὴς καὶ τῆς ὥρας ἐν μάλιστα ἀγάλλονται αἱ γυναῖκες εἰς τὸ σωφρονεῖν ἀνέκειτο ἐπιτήδευσις τοῦ βίου. ἐγεγάμητο δὲ Σατορνίνῳ τῶν εἰς τὰ πάντα ἀντισουμένων τῷ περὶ αὐτὴν ἀξιολόγῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.60 Joseph. AJ 18.65 (English) >>Joseph. AJ 18.69

Powered by PhiloLogic